Amos 7

1Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ βασιλεύς. 2καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα κύριε, Κύριε ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· 3μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος. 4Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα. 5καὶ εἶπα κύριε, Κύριε κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· 6μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος. 7Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. 8καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Αμως; καὶ εἶπα ἀδάμαντα καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἐγὼ ἐντάσσω Ἀδάμαντα. ἐν μέσῳ λαοῦ μου Ισραηλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν· 9καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομφαίᾳ. 10Καὶ ἐξαπέστειλεν Αμασιας ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ· λέγων Συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου ισραηλ οὐ μὴ δύνηται γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· 11διότι τάδε λέγει Αμως Ἐν ῥομφαίᾳ τελευτήσει Ιεροβοαμ, δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. 12καὶ εἶπεν Αμασιας πρὸς Αμως ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις· 13εἰς δὲ Βαιθηλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν. 14καὶ ἀπεκρίθη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ' αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· 15καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ. 16καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ Μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ· 17διὰ τοῦτο τάδε λέγει κύριος γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
Copyright information for LXX